Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.209 Dem. 18.211 (English) >>Dem. 18.214

18.210ἐπεὶ οὐδʼ ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, ἀπὸ τῆς αὐτῆς διανοίας δεῖ τάς τʼ ἰδίας δίκας καὶ τὰς δημοσίας κρίνειν, ἀλλὰ τὰ μὲν τοῦ καθʼ ἡμέραν βίου συμβόλαια ἐπὶ τῶν ἰδίων νόμων καὶ ἔργων σκοποῦντας, τὰς δὲ κοινὰς προαιρέσεις εἰς τὰ τῶν προγόνων ἀξιώματʼ ἀποβλέποντας. καὶ παραλαμβάνειν γʼ ἅμα τῇ βακτηρίᾳ καὶ τῷ συμβόλῳ τὸ φρόνημα τὸ τῆς πόλεως νομίζειν ἕκαστον ὑμῶν δεῖ, ὅταν τὰ δημόσιʼ εἰσίητε κρινοῦντες, εἴπερ ἄξιʼ ἐκείνων πράττειν οἴεσθε χρῆναι.

18.211ἀλλὰ γὰρ ἐμπεσὼν εἰς τὰ πεπραγμένα τοῖς προγόνοις ὑμῶν ἔστιν τῶν ψηφισμάτων παρέβην καὶ τῶν πραχθέντων. ἐπανελθεῖν οὖν ὁπόθεν ἐνταῦθʼ ἐξέβην βούλομαι.

ὡς γὰρ ἀφικόμεθʼ εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δʼ ἐκείνου θρασεῖς. ὅτι δʼ οὐ νῦν ταῦτα λέγω τοῦ συμφέροντος εἵνεκʼ ἐμαυτῷ, λέγε μοι τὴν ἐπιστολὴν ἣν τότʼ ἐπέμψαμεν εὐθὺς οἱ πρέσβεις. 18.212καίτοι τοσαύτῃ γʼ ὑπερβολῇ συκοφαντίας οὗτος κέχρηται ὥστε, εἰ μέν τι τῶν δεόντων ἐπράχθη, τὸν καιρόν, οὐκ ἐμέ φησιν αἴτιον γεγενῆσθαι, τῶν δʼ ὡς ἑτέρως συμβάντων ἁπάντων ἐμὲ καὶ τὴν ἐμὴν τύχην αἰτίαν εἶναι· καί, ὡς ἔοικεν, σύμβουλος καὶ ῥήτωρ ἐγὼ τῶν μὲν ἐκ λόγου καὶ τοῦ βουλεύσασθαι πραχθέντων οὐδὲν αὐτῷ συναίτιος εἶναι δοκῶ, τῶν δʼ ἐν τοῖς ὅπλοις καὶ κατὰ τὴν στρατηγίαν ἀτυχηθέντων μόνος αἴτιος εἶναι. πῶς ἂν ὠμότερος συκοφάντης γένοιτʼ καταρατότερος; λέγε τὴν ἐπιστολήν.Ἐπιστολή



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.209 Dem. 18.211 (English) >>Dem. 18.214

Powered by PhiloLogic